Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.220 Joseph. AJ 6.224 (English) >>Joseph. AJ 6.227

6.222οἱ δʼ ἐλθόντες πρὸς τὸν Σαμουῆλον καὶ καταλαβόντες προφητῶν ἐκκλησίαν τοῦ θείου μεταλαμβάνουσι πνεύματος καὶ προφητεύειν ἤρξαντο· Σαοῦλος δʼ ἀκούσας ἄλλους ἔπεμψεν ἐπὶ τὸν Δαυίδην· κἀκείνων ταὐτὸ τοῖς πρώτοις παθόντων πάλιν ἀπέστειλεν ἑτέρους· προφητευόντων δὲ καὶ τῶν τρίτων τελευταῖον ὀργισθεὶς αὐτὸς ἐξώρμησεν. 6.223ἐπεὶ δʼ ἐγγὺς ἦν ἤδη, Σαμουῆλος πρὶν ἰδεῖν αὐτὸν προφητεύειν ἐποίησεν. ἐλθὼν δὲ πρὸς αὐτὸν Σαοῦλος ὑπὸ τοῦ πολλοῦ πνεύματος ἐλαυνόμενος ἔκφρων γίνεται καὶ τὴν ἐσθῆτα περιδύσας ἑαυτὸν καταπεσὼν ἔκειτο διʼ ὅλης ἡμέρας τε καὶ νυκτὸς Σαμουήλου τε καὶ Δαυίδου βλεπόντων. 6.224

Ἰωνάθης δὲ Σαούλου παῖς ἀφικομένου πρὸς αὐτὸν ἐκεῖθεν Δαυίδου καὶ περὶ τῆς τοῦ πατρὸς ἀποδυρομένου ἐπιβουλῆς καὶ λέγοντος, ὡς οὐδὲν ἀδικήσας οὔτʼ ἐξαμαρτὼν σπουδάζοιτο ὑπὸ τοῦ πατρὸς αὐτοῦ φονευθῆναι, μήθʼ ἑαυτῷ τοῦθʼ ὑπονοοῦντι πιστεύειν παρεκάλει μήτε τοῖς διαβάλλουσιν, εἴ τινες ἄρα εἰσὶν οἱ τοῦτο πράττοντες, ἀλλʼ αὐτῷ προσέχειν καὶ θαρρεῖν· μηδὲν γὰρ τοιοῦτον ἐπʼ αὐτῷ φρονεῖν τὸν πατέρα· φράσαι γὰρ ἂν αὐτῷ περὶ τούτου καὶ σύμβουλον παραλαβεῖν τῇ κοινῇ γνώμῃ καὶ τἆλλα πράττοντα. 6.225 δὲ Δαυίδης ὤμνυεν μὴν οὕτως ἔχειν, καὶ πιστεύοντʼ ἠξίου προνοεῖν αὐτοῦ μᾶλλον καταφρονοῦντʼ ἐπʼ ἀληθέσι τοῖς λόγοις τότε ἀληθὲς ὑπολαβεῖν, ὅταν θεάσηται πεφονευμένον αὐτὸν πύθηται· μηδὲν λέγειν δʼ αὐτῷ τὸν πατέρα περὶ τούτων ἔφασκεν εἰδότα τὴν πρὸς αὐτὸν φιλίαν καὶ διάθεσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.220 Joseph. AJ 6.224 (English) >>Joseph. AJ 6.227

Powered by PhiloLogic